Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.330 Joseph. AJ 17.335 (English) >>Joseph. AJ 17.340

17.333οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλʼ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους· αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα. 17.334θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ διʼ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας; 17.335φαμένου δʼ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας, 17.336ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιονἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας· φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι· μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις.” 17.337 καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅν τε τρόπον καὶ ὑφʼ οὗ τυγχάνοι συγκείμενον. καὶ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.330 Joseph. AJ 17.335 (English) >>Joseph. AJ 17.340

Powered by PhiloLogic